Epigram 9.440

URN
Created on
By
Updated on

Descriptions

Text

ἁ Κύπρις τὸν Ἔρωτα τὸν υἱέα μακρὸν ἐβώστρει:

εἴ τις ἐνὶ τριόδοισι πλανώμενον εἶδεν Ἔρωτα,

δραπετίδας ἐμός ἐστιν: ὁ μανυτὰς γέρας ἑξεῖ.

μισθός τοι τὸ φίλαμα τὸ Κύπριδος: ἢν δ᾽ ἀγάγῃς νιν,

οὐ γυμνὸν τὸ φίλαμα, τὺ δ᾽, ὦ ξένε, καὶ πλέον ἑξεῖς.

ἔστι δ᾽ ὁ παῖς περίσαμος: ἐν εἴκοσι πᾶσι μάθοις νιν.

χρῶτα μὲν οὐ λευκός, πυρὶ δ᾽ εἴκελος: ὄμματα δ᾽ αὐτοῦ

δριμύλα καὶ φλογόεντα: κακαὶ φρένες, ἁδὺ λάλημα:

οὐ γὰρ ἴσον νοέει καὶ φθέγγεται: ὡς μέλι φωνά

ἢν δὲ χολᾷ, νόος ἐστὶν ἀνάμερος: ἠπεροπευτάς,

οὐδὲν ἀλαθεύων, δόλιον βρέφος, ἄγρια παίσδει.

εὐπλόκαμον τὸ κάρανον ἔχει δ᾽ ἰταμὸν τὸ πρόσωπον.

μικκύλα μὲν τήνῳ τὰ χερύδρια, μακρὰ δὲ βάλλει:

βάλλει δ᾽ εἰς Ἀχέροντα καὶ Ἀίδεω βασιλῆα.

γυμνὸς μὲν τό γε σῶμα, νόος δ᾽ οἱ ἐμπεπύκασται:

καὶ πτερόεις ὅσον ὄρνις ἐφίπταται ἄλλοτ᾽ ἐπ᾽ ἄλλως

ἀνέρας ἠδὲ γυναῖκας, ἐπὶ σπλάγχνοις δὲ κάθηται

τόξον ἔχει μάλα βαιόν, ὑπὲρ τόξω δὲ βέλεμνον

τυτθὸν ἑοῖ τὸ βέλεμνον, ἐς αἰθέρα δ᾽ ἄχρι φορεῖται:

καὶ χρύσεον περὶ νῶτα φαρέτριον ἔνδοθι δ᾽ ἐντὶ

τοὶ πικροὶ κάλαμοι, τοῖς πολλάκι κἀμὲ τιτρώσκει.

πάντα μὲν ἄγρια, πάντα: πολὺ πλέον ἁ δαῒς αὐτῷ

βαιὰ λαμπὰς ἐοῖσα, τὸν Ἃλιον αὐτὸν ἀναίθει.

ἢν τὺ γ᾽ ἕλῃς τῆνον, δήσας ἄγε, μηδ᾽ ἐλεήσῃς:

κἢν ποτ᾽ ἴδῃς κλαίοντα, φυλάσσεο μή σε πλανήσῃ:

κἢν γελάῃ, τύ νιν ἕλκε: καὶ ἢν ἐθέλῃ σε φιλᾶσαι,

φεῦγε: κακὸν τὸ φίλαμα, τὰ χείλεα φάρμακον ἐντί.

ἢν δὲ λέγῃ, Λάβε ταῦτα, χαρίζομαι ὅσσα μοι ὅπλα,

μὴ τὺ θίγῃς πλάνα δῶρα: τὰ γάρ πυρὶ πάντα βέβαπται.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references