Epigram 9.439

URN
Created on
By
Updated on

Descriptions

Text

βρέγμα πάλαι λαχναῖον, ἐρημαῖόν τε κέλυφος
ὄμματος, ἀγλώσσου θ᾽ ἁρμονίη στόματος,
ψυχῆς ἀσθενὲς ἕρκος., ἀτυμβεύτου θανάτοιο
λείψανον, εἰνόδιον δάκρυ παρερχομένων,

κεῖσο πέλας πρέμνοιο παρ᾽ ἀτραπόν, ὄφρα μάθῃ τις
ἀθρήσας, τί πλέον φειδομένῳ βιότου.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references