Epigram 6.94

URN
Created on
By
Updated on

Descriptions

Codex Palatinus 23 p. 158

Text

Ἀραξόχειρα ταῦτά σοι τὰ τύμπανα,
καὶ κύμβαλ᾽ ὀξύδουπα κοιλοχείλεα,
διδύμους τε λωτοὺς κεροβόας, ἐφ᾽ οἷς ποτε
ἐπωλόλυξεν αὐχένα στροβιλίσας,

λυσιφλεβῆ τε σάγαριν ἀμφιθηγέα,
λεοντόδιφρε, σοί, Ῥέη, Κλυτοσθένης
ἔθηκε, λυσσητῆρα γηράσας πόδα.

— Paton edition

Ἀραξόχειρα ταῦτά σοι τὰ τύμπανα,
καὶ κύμβαλ᾽ ὀξύδουπα κοιλοχείλεα,
διδύμους τε λωτοὺς κεροβόας, ἐφ᾽ οἷς ποτε
ἐπωλόλυξεν αὐχένα στροβιλίσας,

λυσιφλεβῆ τε σάγαριν ἀμφιθηγέα,
λεοντόδιφρε, σοί, Ῥέη, Κλυτοσθένης
ἔθηκε, λυσσητῆρα γηράσας πόδα.

— Paton edition

Cities

Keywords

Comments

Alignment

External references