Epigram 9.423

URN
Created on
By
Updated on

Descriptions

Text

Σάρδιες αἱ τὸ πάλαι Γύγου πόλις, αἳ τ᾽ Ἀλυάττου
Σάρδιες, αἱ βασιλεῖ Περσὶς ἐν Ἀσιάδι,
αἳ χρυσῷ τὸ παλαιὸν ἐπλινθώσασθε μέλαθρον,
ὄλβον Πακτωλοῦ ῥεύματι δεξάμεναι:

νῦν δὴ ὅλαι δύστηνοι ἐς ἓν κακὸν ἁρπασθεῖσαι,
ἐς βυθὸν ἐξ ἀχανοῦς χάσματος ἠρίπετε,
Βοῦρα καὶ εἰς Ἑλίκην ^ κεκλυσμέναι: αἱ δ᾽ ἐνὶ χέρσῳ
Σάρδιες ἐμβυθίαις εἰς ἓν ἔκεισθε τέλος.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references