Epigram 6.109

URN
Created on
By
Updated on

Descriptions

Codex Palatinus 23 p. 161
Codex Palatinus 23 p. 162

Text

γηραλέον νεφέλας τρῦχος τόδε, καὶ τριέλικτον
ἰχνοπέδαν, καὶ τὰς νευροτενεῖς παγίδας,
κλωβοὺς τ᾽ ἀμφιρρῶγας, ἀνασπαστούς τε δεράγχας,
καὶ πυρὶ θηγαλέους ὀξυπαγεῖς στάλικας,

καὶ τὰν εὔκολλον δρυὸς ἰκμάδα, τόν τε πετηνῶν
ἀγρευτὰν ἰξῷ μυδαλέον δόνακα,
καὶ κρυφίου τρίκλωστον ἐπισπαστῆρα βόλοιο,
ἄρκυν τε κλαγερῶν λαιμοπέδαν γεράνων,
σοί, Πὰν ὦ σκοπιῆτα, γέρας θέτο παῖς Νεολᾴδα

Κραῦγις ὁ θηρευτάς, Ἀρκὰς ἀπ᾽ Ὀρχομενοῦ.

— Paton edition

Cities

Keywords

Comments

Alignment

External references