Epigram 16.210

URN
Created on
By
Updated on

Descriptions

Text

ἄλσος δ᾽ ὡς ἱκόμεσθα βαθύσκιον, εὕρομεν ἔνδον
πορφυρέοις μήλοισιν ἐοικότα παῖδα Κυθήρης.
οὐδ᾽ ἔχεν ἰοδόκον φαρέτρην, οὐ καμπύλα τόξα:
ἀλλὰ τὰ μὲν δένδρεσσιν ὑπ᾽ εὐπετάλοισι κρέμαντο,

αὐτὸς δ᾽ ἐν καλύκεσσι ῥόδων πεπεδημένος ὕπνῳ
εὗδεν μειδιόων: ξουθαὶ δ᾽ ἐφύπερθε μέλισσαι
κηροχύτου μέλιτος ^ λαροῖς ἐπὶ χείλεσι ῥαῖνον

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references