Epigram 16.211

URN
Created on
By
Updated on

Descriptions

Text

εὕδεις, ἀγρύπνους ἐπάγων θνητοῖσι μερίμνας:
εὕδεις, ἀτηρῆς ἆ τέκος Ἀφρογενοῦς,
οὐ πεύκην πυρόεσσαν ἐπηρμένος, οὐδ᾽ ἀφύλακτον
ἐκ κέραος ψάλλων ἀντιτόνοιο βέλος.

ἄλλοι θαρσείτωσαν: ἐγὼ δ᾽, ἀγέρωχε, δέδοικα,
μή μοι καὶ κνώσσων πικρὸν ὄνειρον ἴδῃς.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references