Epigram 16.212

URN
Created on
By
Updated on

Descriptions

Text

ἁρπάσομαι πυρόεσσαν, Ἔρως, χερὸς ἐκ σέο πεύκην,
συλήσω δ᾽ ὤμων ἀμφικρεμῆ φαρέτρην,
εἲ γ᾽ ἐτύμως εὕδεις, πυρὸς ἔγγονε, καὶ σέο φῶτες
πρὸς βαιὸν τόξων εὐνομίην ἄγομεν.

ἀλλὰ καὶ ὥς σε δέδοικα, δολοπλόκε, μή τινα κεύθῃς
εἰς ἐμέ, κἠν ὕπνῳ πικρὸν ὄνειρον ἴδῃς.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references