Epigram 9.617

URN
Created on
By
Updated on

Descriptions

#1

On a too cold Bath

#2

606-640 are all Inscriptions on Baths

Texts

τὸν ποταμόν, βαλανεῦ, τίς ἐτείχισε; τίς βαλανεῖον
τὴν κρήνην ψευδῶς τήνδε μετωνόμασεν;
αἰόλος Ἱπποτάδης φίλος ἀθανάτοισι θεοῖσιν
ὧδε μετοικήσας ἤγαγε τοὺς ἀνέμους.

πρὸς τί δὲ καὶ σανίδες δύο τοῖς ποσὶν αἵδ᾽ ὑπόκεινται;
οὐ διὰ τὴν θέρμην, τῆς χιόνος δ᾽ ἕνεκα.
Φρίξου καὶ Νάρκης οὗτος τόπος. ἀλλ᾽ ἐπίγραψον:

τῷ Μεσορὶ λοῦσαι: πνεῖ γὰρ ἔσω Βορέας.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

Internal references

External references

Media

Last modifications

Epigram 9.617: First revision

See all modifications →