Epigram 9.575

URN
Created on
By
Updated on

Descriptions

Texts

οὐρανὸς ἄστρα τάχιον ἀποσβέσει, ἢ τάχα νυκτὸς
ἠέλιος φαιδρὴν ὄψιν ἀπεργάσεται,
καὶ γλυκὺ νᾶμα θάλασσα βροτοῖς ἀρυτήσιμον ἕξει,
καὶ νέκυς εἰς ζωῶν χῶρον ἀναδράμεται,

ἤ ποτε Μαιονίδαο βαθυκλεὲς οὔνομ᾽ Ὁμήρου
λήθη γηραλέων ἁρπάσεται σελίδων.

— Paton edition

Cities

Keywords

Poètes cités

Scholia

Comments

Alignment

Internal references

External references

Media

Last modifications

Epigram 9.575: First revision

See all modifications →