Epigram 9.417

URN
Created on
By
Updated on

Descriptions

Text

θηρευτὴν Λάμπωνα Μίδου κύνα δίψα κατέκτα,
καίπερ ὑπὲρ ψυχῆς πολλὰ πονησάμενον.
ποσσὶ γὰρ ὤρυσσεν νοτερὸν πέδον, ἀλλὰ τὸ νωθὲς
πίδακος ἐκ τυφλῆς οὐκ ἐτάχυνεν ὕδωρ:

πῖπτε δ᾽ ἀπαυδήσας: ἡ δ᾽ ἔβλυσεν. ἦ ἄρα, Νύμφαι,
Λάμπωνι κταμένων μῆνιν ἔθεσθ᾽ ἐλάφων.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references