Epigram 9.418

URN
Created on
By
Updated on

Descriptions

Text

ἴσχετε χεῖρα μυλαῖον, ἀλετρίδες: εὕδετε μακρά,
κἢν ὄρθρον προλέγῃ γῆρυς ἀλεκτρυόνων:
Δηὼ γὰρ Νύμφαισι χερῶν ἐπετείλατο μόχθους:
αἱ δὲ κατ᾽ ἀκροτάτην ἁλλόμεναι τροχιήν,

ἄξονα δινεύουσιν ὁ δ᾽ ἀκτίνεσσιν ἑλικταῖς
στρωφᾷ Νισυρίων κοῖλα βάρη μυλάκων.
γευόμεθ᾽ ἀρχαίου βιότου πάλιν, εἰ δίχα μόχθου
δαίνυσθαι Δηοῦς ἔργα διδασκόμεθα.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references