Epigram 9.366

URN
Created on
By
Updated on

Descriptions

#1

Sayings of the Seven Sages

Codex Palatinus 23, p.419

Texts

ἑπτὰ σοφῶν ἐρέω κατ᾽ ἔπος πόλιν, οὔνομα, φωνήν.

μέτρον μὲν Κλεόβουλος ὁ Λίνδιος εἶπεν ἄριστον

Χίλων δ᾽ ἐν κοίλῃ Λακεδαίμονι, γνῶθι σεαυτόν.
ὃς δὲ Κόρινθον ἔναιε Χόλου κρατέειν Περίανδρος.

Πιττακός, οὐδὲν ἄγαν, ὃς ἔην γένος ἐκ Μυτιλήνης.

τέρμα δ᾽ ὁρᾶν βιότοιο, Σόλων ἱεραῖς ἐν Ἀθήναις.

τοὺς πλέονας κακίους δὲ Βίας ἀπέφηνε Πριηνεύς,

ἐγγύην φεύγειν δὲ Θαλῆς Μιλήσιος ηὔδα.

— Paton edition

Comments

Alignment

Internal references

External references

Media

Last modifications

Epigram 9.366: First revision

See all modifications →