Epigram 9.326

URN
Created on
By
Updated on

Descriptions

Text

πέτρης ἐκ δισσῆς ψυχρὸν κατεπάλμενον ὕδωρ,
χαίροις, καὶ Νυμφέων ποιμενικὰ ξόανα,
πίστραι ^ τε κρηνέων, καὶ ἐν ὕδασι κόσμια ταῦτα
ὑμέων, ὦ κοῦραι, μυρία τεγγόμενα,

χαίρετ᾽: Ἀριστοκλεης δ᾽ ὅδ᾽ ὁδοιπόρος, ᾧπερ ἀπῶσα
δίψαν βαψάμενος τοῦτο δίδωμι γέρας.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references