Epigram 9.255

URN
Created on
By
Updated on

Descriptions

Text

ἠρίθμει πολὺν ὄλβον Ἀριστείδης ὁ πενιχρὸς
τὴν ὄιν ὡς ποίμνην, τὴν βόα δ᾽ ὡς ἀγέλην

ἤμβροτε δ᾽ ἀμφοτέρων: ἀμνὴν λύκος, ἔκτανε δ᾽ ὠδὶς
τὴν δάμαλιν, πενίης δ᾽ ὤλετο βουκόλιον:

πηροδέτῳ δ᾽ ὃ γ᾽ ἱμάντι κατ᾽ αὐχένος ἅμμα πεδήσας
οἰκτρὸς ἀμυκήτῳ κάτθανε πὰρ καλύβῃ.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references