Text
θάμβος ἔχεν μ᾽ ὁρόωντα τόσον γόνον Ἐμμελίοιο
— Paton edition
καὶ τοῖον, μεγάλης νηδύος ὄλβον ὅλον
ὡς δ᾽ αὐτὴν φρασάμην Χριστοῦ κτέαρ, εὐσεβὲς αἷμα,
Ἐμμέλιον, τόδ᾽ ἔφην οὐ μέγα: ῥίζα τόση.
τοῦτό σοι εὐσεβίης ἱερὸν γέρας, ὦ παναρίστη,
τιμὴ σῶν τεκέων, οἷς πόθον εἶχες ἕνα.
Comments