Text
Βάσσε φίλος, Χριστῷ μεμελημένος ἔξοχον ἄλλων,
τῆλε τεῆς πάτρης ληΐστορι χειρὶ δαμάσθης,
οὐδέ σε τύμβος ἔχει πατρώϊος: ἀλλὰ καὶ ἔμπης
πᾶσιν Καππαδόκεσσι μέγ᾽ οὔνομα σεῖο λέλειπται,καὶ στῆλαι παγίων μέγ᾽ ἀμείνονες, αἷς ἐνιγράφθης.
— Paton edition
Γρηγορίου τόδε σοι μνημήιον, ὃν φιλέεσκες.
Comments