Epigram 7.472

URN
Created on
By
Updated on

Descriptions

Text

μυρίος ἦν, ἄνθρωπε, χρόνος προτοῦ, ἄχρι πρὸς ἠῶ
ἦλθες, χὠ λοιπὸς μυρίος εἰς ἀίδην.
τίς μοῖρα ζωῆς ὑπολείπεται, ἢ ὅσον ὅσσον
στιγμὴ καὶ στιγμῆς εἴ τι χαμηλότερον;

μικρή σευ ζωὴ τεθλιμμένη: οὐδὲ γὰρ αὐτὴ
ἡδεῖ᾽, ἀλλ᾽ ἐχθροῦ στυγνοτέρη θανάτου.
ἐκ τοίης ὥνθρωποι ἀπηκριβωμένοι ὀστῶν
ἁρμονίης, †† ὕψιστ᾽ ἠέρα καὶ νεφέλας:
ὦνερ, ἴδ᾽ ὡς ἀχρεῖον, ἐπεὶ περὶ νήματος ἄκρον

εὐλὴ ἀκέρκιστον λῶπος ἐφεζομένη:
οἷον τὸ † † ψαλα, θρῖον ἀπεψιλωμένον οἷον,
πόλλον ἀραχναίου στυγνότερον σκελετοῦ.
ἠοῦν ἐξ ἠοῦς ὅσσον σθένος, ὦνερ, ἐρευνῶν
εἴης ἐν λιτῇ κεκλιμένος βιοτῇ:

αἰὲν τοῦτο νόῳ μεμνημένος ἄχρις ὁμιλῇς
ζωοῖς, ἐξ οἵης ἡρμόνισαι καλάμης.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references