Epigram 6.306

URN
Created on
By
Updated on

Descriptions

Text

Χύτρον τοι, ταύτην τε κρεαγρίδα, καὶ βαθυκαμπῆ
κλεῖδα συῶν, καὶ τὰν ἐτνοδόνον τορύναν,
καὶ πτερίναν ῥιπῖδα, ταναίχαλκόν τε λέβητα,
σὺν πελέκει, καὶ τὰν λαιμοτόμον σφαγίδα,

ζωμοῦ τ᾽ ἀμφ᾽ ὀβελοῖσιν ἀρυστρίδα, τόν τε μαγῆα
σπόγγον ὑπὸ στιβαρᾷ κεκλιμένον κοπίδι,
καὶ τοῦτον δικάρανον ἁλοτρίβα, σὺν δὲ θυείαν
εὔπετρον, καὶ τὰν κρειοδόκον σκαφίδα,
οὑψοπόνος Σπίνθηρ Ἑρμῇ τάδε σύμβολα τέχνας

θήκατο, δουλοσύνας ἄχθος ἀπωσάμενος.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references