Epigram 6.305

URN
Created on
By
Updated on

Descriptions

Text

Λαβροσύνᾳ τάδε δῶρα φιλευχύλῳ τε Λαφυγμῷ
θήκατο † δεισόζου Δωριέος κεφαλά:

τὼς Λαρισσαίως βουγάστορας ἑψητῆρας,
καὶ χύτρως, καὶ τὰν εὐρυχαδῆ κύλικα,

καὶ τὰν εὐχάλκωτον ἐύγναμπτόν τε κρεάγραν,
καὶ κνῆστιν, καὶ τὰν ἐτνοδόνον τορύναν.
Λαβροσύνα;, σὺ δὲ ταῦτα κακοῦ κακὰ δωρητῆρος
δεξαμένα, νεύσαις μή ποκα σωφροσύναν.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references