Epigram 6.256

URN
Created on
By
Updated on

Descriptions

Text

Ταύρου βαθὺν τένοντα, καὶ σιδαρέους
Ἄτλαντος ὤμους, καὶ κόμαν Ἡρακλέους
σεμνὰν θ᾽ ὑπήναν, καὶ λέοντος ὄμματα
Μιλησίου γίγαντος οὐδ᾽ Ὀλύμπιος
Ζεὺς ἀτρόμητος εἶδεν, ἄνδρας ἡνίκα
πυγμὰν ἐνίκα Νικοφῶν Ὀλύμπια,

— Paton edition

Ταύρου βαθὺν τένοντα, καὶ σιδαρέους
Ἄτλαντος ὤμους, καὶ κόμαν Ἡρακλέους
σεμνὰν θ᾽ ὑπήναν, καὶ λέοντος ὄμματα
Μιλησίου γίγαντος οὐδ᾽ Ὀλύμπιος
Ζεὺς ἀτρόμητος εἶδεν, ἄνδρας ἡνίκα
πυγμὰν ἐνίκα Νικοφῶν Ὀλύμπια,

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references