Epigram 6.233

URN
Created on
By
Updated on

Descriptions

Text

Γομφιόδουπα χαλινά, καὶ ἀμφίτρητον ὑπειρκτὰν
κημόν, καὶ γενύων σφίγκτορ᾽ ἐυρραφέα,
τάνδε τ᾽ ἐπιπλήκτειραν ἀπορρηκτοῖο διωγμοῦ
μάστιγα, σκαιοῦ δῆγμὰ τ᾽ ἐπιψελίου,

κέντρα τ᾽ ἐναιμήεντα διωξίπποιο μύωπος,
καὶ πριστὸν ψήκτρας κνῆσμα σιδηρόδετον,
διπλοῖς ἀιόνων ὠρύγμασιν, Ἴσθμιε, τερφθείς,
δῶρα, Πόσειδον, ἔχεις ταῦτα παρὰ Στρατίου.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references