Epigram 5.218

URN
Created on
By
Updated on

Descriptions

Codex Palatinus 23 p. 120

Text

τὸν σοβαρὸν Πολέμωνα, τὸν ἐν θυμέλῃσι Μενάνδρου
κείραντα γλυκεροὺς τῆς ἀλόχου πλοκάμους,
ὁπλότερος Πολέμων μιμήσατο, καὶ τὰ Ῥοδάνθης
βόστρυχα παντόλμοις χερσὶν ἐληίσατο,

καὶ τραγικοῖς ἀχέεσσι τὸ κωμικὸν ἔργον ἀμείψας,
μάστιξεν ῥαδινῆς ἅψεα θηλυτέρης.
ζηλομανὲς τὸ κόλασμα: τί γὰρ τόσον ἤλιτε κούρη,
εἴ με κατοικτείρειν ἤθελε τειρόμενον;
σχέτλιος: ἀμφοτέρους δὲ διέτμαγε, μέχρι καὶ αὐτοῦ

βλέμματος ἐνστήσας αἴθοπα βασκανίην,
ἀλλ᾽ ἔμπης τελέθει Μισούμενος: αὐτὰρ ἔγωγε
δύσκολος, οὐχ ὁρόων τὴν Περικειρομένην.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references