Epigram 12.156

URN
Created on
By
Updated on

Descriptions

Text

εἰαρινῷ χειμῶνι πανείκελος, ὦ Διόδωρε,
οὑμὸς ἔρως, ἀσαφεῖ κρινόμενος πελάγει:
καί ποτε μὲν φαίνεις πολὺν ὑετόν, ἄλλοτε δ᾽ αὖτε
εὔδιος, ἁβρὰ γελῶν δ᾽ ὄμμασιν ἐκκέχυσαι.

τυφλὰ δ᾽, ὅπως ναυηγὸς ἐν οἴδματι, κύματα μετρῶν
δινεῦμαι, μεγάλῳ χείματι πλαζόμενος.
ἀλλά μοι ἢ φιλίης ἔκθες σκοπὸν ἢ πάλι μίσους,
ὡς εἰδῶ ποτέρῳ κύματι νηχόμεθα.

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

External references