Epigram 11.411

URN
Created on
By
Updated on

Descriptions

Text

τοῦτο πυρὰν μᾶλλον κλῄζειν δεῖ, κοὐ βαλανεῖον,
ἥν ποθ᾽ ὁ Πηλείδης ἧψε Μενοιτιάδῃ,
ἢ τὸν Μηδείης στέφανον, τὸν % γείτονα Ἐρινὺς
ἐν θαλάμοις Γλαύκης εἵνεκεν Αἰσονίδου.

φεῖσαί μου, βαλανεῦ, πρὸς τοῦ Διός: εἰμὶ γὰρ ἀνὴρ
πάντα γράφων τὰ βροτῶν ἔργα καὶ ἀθανάτων,
εἰ δὲ πρόκειταί σοι πολλοὺς ζῶντας κατακαίειν.
ἅπτε πυρὰν ξυλίνην, δήμιε, μὴ λιθίνην

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

External references