Epigram 11.361

URN
Created on
By
Updated on

Descriptions

Text

ἡμίονοι σύγγηροι ἐμὴν κομέουσιν ἀπήνην,
ταῖσιν Ὁμηρείοις πάντα Λιταῖς ἴκελαι,
χωλαί τε, ῥυσαί τε, παραβλῶπὲς τ᾽ ὀφθαλμώ,
Ἡφαίστου πομπή, σκύτινα δαιμόνια,

οὔ ποτε γευσάμεναι, μὰ τὸν Ἥλιον, οὐδ᾽ ἐν ὀνείρῳ,
οὐ θέρεος κριθήν, οὐκ ἔαρος βοτάνην.
τοὔνεκ᾽ ἐμεῦ μὲν ἕκητι βίον ζώοιτε κορώνης
ἢ ἐλάφου, κενεὴν ἠέρα βοσκόμεναι.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references