Epigram 11.328

URN
Created on
By
Updated on

Descriptions

Text

τὴν μίαν Ἑρμογένης κἀγώ ποτε καὶ Κλεόβουλος
ἤγομεν εἰς κοινὴν κύπριν Ἀριστοδίκην:
ἧς ἔλαχον μὲν ἐγὼ πολιὴν ἅλα ναιέμεν αὐτός:
εἷς γὰρ ἕν, οὐ πάντες πάντα, διειλόμεθα.

Ἑρμογένης δ᾽ ἔλαχε στυγερὸν δόμον εὐρώεντα,
ὕστατον, εἰς ἀφανῆ χῶρον ὑπερχόμενος,
ἔνθ᾽ ἀκταὶ νεκύων, καὶ ἐρινεοὶ ἠνεμόεντες
δινεῦνται πνοιῇ δυσκελάδων ἀνέμων.
Ζῆνα δὲ θὲς Κλεόβουλον, ὃς οὐρανὸν εἰσαναβαίνειν,

τὸ ψολόεν κατέχων ἐν χερὶ πῦρ, ἔλαχεν.
γῆ δ᾽ ἔμενε ξυνὴ πάντων ψίαθον γὰρ ἐν αὐτῇ
στρώσαντες, τὴν γραῦν ὧδε διειλόμεθα.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references