Epigram 11.189

URN
Created on
By
Updated on

Descriptions

Text

πέντ᾽ ὀβολῶν πέπρακεν Ἀπολλοφάνης ὁ τραγῳδὸς
πέντε θεῶν σκευήν, Ἡρακλέους ῥόπαλον,
Τισιφόνης τὰ φόβητρα, Ποσειδῶνος τριόδοντα,
ὅπλον Ἀθηναίης, Ἀρτέμιδος φαρέτρην.

οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἐξεδύθησαν
εἰς βραχὺ σιταρίου κέρμα καὶ οἰναρίου.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references