Epigram 10.6

URN
Created on
By
Updated on

Descriptions

Text

ἤδη μὲν Ζεφύροιο ποητόκου ὑγρὸν ἄημα
ἠρέμα λειμῶνας πίτνει ἐπ᾽ ἀνθοκόμους:
Κεκροπίδες δ᾽ ἠχεῦσι: γαληναίη δὲ θάλασσα
μειδιάει, κρυερῶν ἄτρομος ἐξ ἀνέμων.

ἀλλ᾽ ἴτε θαρσαλέοι, πρυμνήσια λύετε, ναῦται,
πίτνατε δὲ πτερύγων λεπταλέας στολίδας.
ὦ ἴτ᾽ ἐπ᾽ ἐμπορίην πίσυνοι χαρίεντι Πριήπῳ,
ὦ ἴτε δὴ λιμένων δαίμονι πειθόμενοι.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references