Text
ἤδη πηλοδομεῦσι χελιδόνες, ἤδη ἀν᾽ οἶδμα
κολποῦται μαλακὰς εἰς ὀθόνας ζέφυρος:
ἤδη καὶ λειμῶνες ὑπὲρ πετάλων ἐχέαντο
ἄνθεα, καὶ τρηχὺς σῖγα μέμυκε πόρος.σχοίνους μηρύεσθε, ἐφ᾽ ὁλκάδα φορτίζεσθε
— Paton edition
ἀγκύρας, καὶ πᾶν λαῖφος ἔφεσθε κάλοις.
ταῦτ᾽ ὔμμιν πλώουσιν ἐπ᾽ ἐμπορίην ὁ Πρίηπος
ὁ λιμενορμίτης ναυτιλίην γράφομαι,
Comments