Epigram 10.4

URN
Created on
By
Updated on

Descriptions

Text

λῦσον ἀπ᾽ εὐόρμων δολιχὰ πρυμνήσια νηῶν,
εὔτροχα δ᾽ ἐκπετάσας λαίφεα ποντοπόρει,
ἔμπορε᾽ χειμῶνες γὰρ ἀπέδραμον, ἄρτι δὲ κῦμα
γλαυκὸν θηλύνει πρηΰγελως Ζέφυρος:
ἤδη καὶ φιλότεκνος ὑπὸ τραυλοῖσι χελιδὼν
χείλεσι καρφίτην πηλοδομεῖ θάλαμον
ἄνθεα δ᾽ ἀντέλλουσι κατὰ χθόνα: τῷ σὺ Πριήπῳ
πειθόμενος πάσης ἅπτεο ναυτιλίης.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references