Epigram 10.7

URN
Created on
By
Updated on

Descriptions

Text

τοῦδέ με κυμοπλῆγος ἐπὶ σκοπέλοιο Πρίηπον
ναῦται Θρηικίου θέντο πόρου φύλακα,
πολλάκις οἷς ἤιξα ταχὺς καλέουσιν ἀρωγός,
ξεῖνε, κατὰ πρύμνης ἡδὺν ἄγων Ζέφυρον.

τοὔνεκεν οὔτ᾽ ἄκνισον, ὅπερ θέμις, οὔτ᾽ ἐπιδευῆ
εἴαρος ἀθρήσεις βωμὸν ἐμὸν στεφάνων,
ἀλλ᾽ αἰεὶ θυόεντα καὶ ἔμπυρον: οὐδ᾽ ἑκατόμβη
τόσσον ὅσον τιμὴ δαίμοσιν ἁνδάνεται.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references