Epigram 10.51

URN
Created on
By
Updated on

Descriptions

Text

ὁ φθόνος οἰκτιρμοῦ, κατὰ Πίνδαρον, ἐστιν ἀμείνων
οἱ βασκαινόμενοι λαμπρὸν ἔχουσι βίον
τοὺς δὲ λίαν ἀτυχεῖς οἰκτείρομεν. ἀλλά τις εἴην
μήτ᾽ ἄγαν εὐδαίμων, μήτ᾽ ἐλεεινὸς ἐγώ.

ἡ μεσότης γὰρ ἄριστον, ἐπεὶ τὰ μὲν ἄκρα πέφυκεν
κινδύνους ἐπάγειν, ἔσχατα δ᾽ ὕβριν ἔχει.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references