Epigram 10.50

URN
Created on
By
Updated on

Descriptions

Text

τὴν Κίρκην οὔ φημι, καθὼς εἴρηκεν Ὅμηρος,
ἀντ᾽ ἀνδρῶν ποιεῖν ἢ σύας ἠὲ λύκους
τοὺς αὐτῇ προσιόντας: ἑταίρα δ᾽ οὖσα πανοῦργος,
τοὺς δελεασθέντας πτωχοτάτους ἐποίει:

τῶν δ᾽ ἀνθρωπείων ἀποσυλήσασα λογισμῶν,
εἶτ᾽ ἀπὸ τῶν ἰδίων μηδὲν ἔχοντας ἔτι
ἔτρεφεν ἔνδον ἔχουσα δίκην ζῴων ἀλογίστων.
ἔμφρων δ᾽ ὢν Ὀδυσεύς, τὴν νεότητα φυγών,
οὐχ Ἑρμοῦ, φύσεως δ᾽ ἰδίας ἐμφύντα λογισμὸν

εἶχε γοητείας φάρμακον ἀντίπαλον.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references