Epigram 10.123

URN
Created on
By
Updated on

Descriptions

Text

πῶς τις ἄνευ θανάτου σε φύγοι, βίε; μυρία γάρ σευ
λυγρά: καὶ οὔτε φυγεῖν εὐμαρὲς, οὔτε φέρειν.
ἡδέα μὲν γάρ σου τὰ φύσει καλά, γαῖα, θάλασσα,
ἄστρα, σεληναίης κύκλα καὶ ἠελίου:

τἆλλα δὲ πάντα φόβοι τε καὶ ἄλγεα: κἤν τι πάθῃ τις
ἐσθλόν, ἀμοιβαίην ἐκδέχεται νέμεσιν.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references