Epigram 10.10

URN
Created on
By
Updated on

Descriptions

Text

Πᾶνά με τόνδ᾽ ἱερῆς ἐπὶ λισσάδος, αἰγιαλίτην
Πᾶνα, τὸν εὐόρμων τῇδ᾽ ἔφορον λιμένων,
οἱ γριπῆες ἔθεντο: μέλω δ᾽ ἐγὼ ἄλλοτε κύρτοις,
ἄλλοτε δ᾽ αἰγιαλοῦ τοῦδε σαγηνοβόλοις.

ἀλλὰ παράπλει, ξεῖνε: σέθεν δ᾽ ἐγὼ οὕνεκα ταύτης
εὐποιΐης πέμψω πρηΰν ὄπισθε νότον.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references