Epigram 10.9

URN
Created on
By
Updated on

Descriptions

Text

τὸν βραχύν, ἰχθυβολῆες, ὑπὸ σχίνῳ με Πρίηπον
στειλάμενοι κώπαις τὰν ὀλίγαν ἄκατον,
(δίκτυ᾽ ἄγ᾽ ἁπλώσασθε,) πολὺν δ᾽ ἁλινηχέα βῶκα
καὶ σκάρον, οὐ θρίσσης νόσφιν, ἀρυσσάμενοι,

γλαυκὸν ἐνιδρυνθέντα νάπῃ σημάντορα θήρης
τίετ᾽, ἀπ᾽ οὐκ ὀλίγων βαιὸν ἀπαρχόμενοι.

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

External references