Epigram 9.669

URN
Created on
By
Updated on

Descriptions

#1

On a Suburban Park in Amasia called Eros

Texts

δεῦρ᾽ ἴθι, βαιόν, ὁδῖτα, πεσὼν ὑπὸ δάσκιον ἄλσος,
ἄμπαυσον καμάτου γυῖα πολυπλανέος,
χλωρὸν ὅπου πλατάνων αὐτόρρυτον ἐς μέσον ὕδωρ
καλὰ πολυκρούνων ἐκπρορέει στομάτων

ὁππόθι πορφυρέης ὑπὲρ αὔλακος εἴαρι θάλλει
ὑγρὸν ἴον ῥοδέῃ κιρνάμενον κάλυκι.
ἠνίδε πῶς δροσεροῖο πέδον λειμῶνος ἐρέψας
ἔκχυτον εὐχαίτης κισσὸς ἔπλεξε κόμην.
ἐνθάδε καὶ ποταμὸς λασίην παραμείβεται ὄχθην,

πέζαν ὑποξύων αὐτοφύτοιο νάπης.
οὗτος Ἔρως: τί γὰρ ἄλλο καὶ ἔπρεπεν οὔνομα χώρῳ,
πάντοθεν ἱμερτῶν πληθομένῳ Χαρίτων;

— Paton edition

Cities

Keywords

Deities (eng)

Scholia

Comments

Alignment

Internal references

External references

Media

Last modifications

Epigram 9.669: First revision

See all modifications →