Epigram 9.615

URN
Created on
By
Updated on

Descriptions

#1

On a Bath at Smyrna

#2

606-640 are all Inscriptions on Baths

Texts

χῶρος, τίς μερόπων σε λιπαυγέα τὸ πρὶν ἐόντα
πλούσιον ἐν φέγγει θήκατο λουομένοις;
τίς δὲ καὶ αἰθαλόεντι ῥύπῳ πεπαλαγμένον ἄρτι,
κεῖνον ἀιστώσας, φαιδρὸν ἔδειξε δόμον;

φρὴν σοφὴ ὡς πᾶσιν Θεοδωριάς, ὣς ἐτεὸν δὴ
κἀν τούτῳ καθαρὴν δεικνύμενος κραδίην

ὃς γὰρ ἐὼν πόλιος κτεάνων ταμίης τε πατήρ τε,
κέρδεσιν ἐξ αὐτῶν οὐκ ἐμίηνε χέρας.
ἀλλὰ θεὸς φιλόπατριν, ἐρισθενές, ἄφθιτε Χριστέ,

πήματος αὐτὸν ἄτερ σῷζε τεῇ παλάμῃ.

— Paton edition

Cities

Keywords

Deities (eng)

Scholia

Comments

Alignment

Internal references

External references

Media

Last modifications

Epigram 9.615: First revision

See all modifications →