Epigram 9.584

URN
Created on
By
Updated on

Descriptions

#1

On the Statue at Delphi of Eunomus the Lyre-player

Texts

Εὔνομον, ὤπολλον, σύ μὲν οἶσθά με, πῶς ποτ᾽ ἐνίκων
Σπάρτιν ὁ Λοκρὸς ἐγώ: πευθομένοις δ᾽ ἐνέπω.

αἰόλον ἐν κιθάρᾳ νόμον ἔκρεκον, ἐν δὲ μεσεύσᾳ
ᾠδᾷ μοι χορδὰν πλᾶκτρον ἀπεκρέμασεν.

καί μοι φθόγγον ἑτοῖμον ὁπανίκα καιρὸς ἀπῄτει,
εἰς ἀκοὰς ῥυθμῶν τὠτρεκὲς οὐκ ἔνεμεν
καί τις ἀπ᾽ αὐτομάτω κιθάρας ἐπὶ πῆχυν ἐπιπτὰς
τέττιξ ἐπλήρου τοὐλλιπὲς ἁρμονίας.
νεῦρα γὰρ ἓξ ἐτίνασσον ὅθ᾽ ἑβδομάτας δὲ μελοίμαν

χορδᾶς, τὰν τούτω γῆρυν ἐκιχράμεθα:
πρὸς γὰρ ἐμὰν μελέταν ὁ μεσαμβρινὸς οὔρεσιν ᾠδὸς
τῆνο τὸ ποιμενικὸν φθέγμα μεθηρμόσατο,
καὶ μὲν ὅτε φθέγγοιτο σὺν ἀψύχοις τόκα νευραῖς
τῷ μεταβαλλομένῳ συμμετέπιπτε θρόῳ.

τοὔνεκα συμφώνῳ μὲν ἔχω χάριν ὃς δὲ τυπωθεὶς
χάλκεος ἁμετέρας ἕζεθ᾽ ὑπὲρ κιθάρας,

— Paton edition

Cities

Scholia

Comment

#1

Paton Edition notes on Description: cp. VI. 54.

Alignment

Internal references

External references

Media

Last modifications

Epigram 9.584: First revision

See all modifications →