Epigram 9.566

URN
Created on
By
Updated on

Descriptions

Text

μικρή τις, Διόνυσε, καλὰ πρήσσοντι ποιητῇ
ῥῆσις ὁ μὲν νικῶ φησὶ τὸ μακρότατον
ᾧ δὲ σὺ μὴ πνεύσῃς ἐνδέξιος, ἤν τις ἔρηται,

πῶς ἔβαλες; φησί, σκληρὰ τὰ γιγνόμενα.

τῷ μερμηρίξαντι τὰ μἤνδικα τοῦτο γένοιτο
τοὖπος: ἐμοὶ δ᾽, ὦναξ, ἡ βραχυσυλλαβίη.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references