Epigram 9.551

URN
Created on
By
Updated on

Descriptions

Text

Καλχαδὼν δύστηνον ἐρωδιὸν ἐχθρὰ κολάζει:
τεῦ χάριν ὁ προδότης ὄρνις ἀεὶ λέγεται,
† Φοῖβοσἐρεῖ: τεναγῖτιν ὅτ᾽ εἰς ἅλα κῶλον ἐλαφρὸν
στήσας, ψαμμίτην δόρπον [ ἐθημολόγει,

δυσμενέες τότ᾽ ἔβησαν ἐπὶ πτόλιν ἀντιπέρηθεν,
ὀψὲ διδασκόμενοι πεζοβατεῖν πέλαγος.
βάλλετε δὴ κακὸν ὄρνιν, ἐπεὶ βαρὺν ἤρατο μισθὸν
ἐκ δηίων, κόχλους καὶ βρύον, ὁ προδότης.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references