Epigram 9.381

URN
Created on
By
Updated on

Descriptions

#1

On Hero and Leander

Codex Palatinus 23, p.422

Texts

ἀκτῇ ἐπὶ προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,
παρθένος αἰδοίη ὑπερώιον εἰσαναβᾶσα
πύργῳ ἐφειστήκει γοόωσά τε μυρομένη τε:
χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει,

κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι
νηχόμενος — καὶ λαῖτμα τάχισθ᾽ ἁλὸς ἐκπεράασκε

νύκτα δι᾽ ἀμβροσίην, ὅτε θ᾽ εὕδουσι βροτοὶ ἄλλοι:
ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο.
ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκγεγάασι,

παρθένος ἠίθεὸς τ᾽ ὀαρίζετον ἀλλήλοισιν,
εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας,
οἳ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην.

— Paton edition

Cities

Keywords

Comments

Alignment

Internal references

External references

Media

Last modifications

Epigram 9.381: Creation of Scholium 9.381.2 by “epheline

Epigram 9.381: Creation of Scholium 9.381.1 by “epheline

Epigram 9.381: First revision

See all modifications →