Epigram 9.330

URN
Created on
By
Updated on

Descriptions

Text

α. κράνας εὐύδρου παρὰ νάμασι καὶ παρὰ Νύμφαις,
ἔστασέν με Σίμων, Πᾶνα τὸν αἰγιπόδην.

β. τεῦ δὲ χάριν; α. λέξω τοι: ὅσον ποθέεις ἀπὸ κράνας
καὶ πίε, καὶ κοίλαν κάλπιν ἑλὼν ἄρυσαι:

ποσσὶ δὲ μὴ ποτὶ νίπτρα φέρειν κρυστάλλινα Νυμφᾶν
δῶρα, τὸν ὑβριστὰν εἰς ἐμὲ δερκόμενος.

β. ὦ σέμν᾽ — - α. οὐ λέξεις ἕτερον λόγον, ἀλλὰ παρέξεις
πυγίξαι: τούτοις χρῶμαι ὁ Πὰν νομίμοις.
ἢν δὲ ποιῇς ἐπίτηδες, ἔχων πάθος, ἔστι καὶ ἄλλα

τέχνα: τῷ ῥοπάλῳ τὰν κεφαλὰν λέπομες.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references