Epigram 9.294

URN
Created on
By
Updated on

Descriptions

Codex Palatinus 23, p.405

Text

α. πορφυρέαν τοι τάνδε, Λεωνίδα, ὤπασε χλαῖναν
Ξέρξης, ταρβήσας ἔργα τεᾶς ἀρετᾶς.

β. οὐ δέχομαι: προδόταις αὕτα χάρις. ἀσπὶς ἔχοι με
καὶ νέκυν ὁ πλοῦτος δ᾽ οὐκ ἐμὸν ἐντάφιον.

α. ἀλλ᾽ ἔθανες: τί τοσόνδε καὶ ἐν νεκύεσσιν ἀπεχθὴς
Πέρσαις; β. οὐ θνᾴσκει ζᾶλος ἐλευθερίας.

— Paton edition

Cities

Keywords

Comments

Alignment

External references