Epigram 9.267

URN
Created on
By
Updated on

Descriptions

Codex Palatinus 23, p. 400

Text

Ἰκαρίην πλώων [ πρῴην] ἅλα, νηὸς ὀλισθὼν
Δᾶμις ὁ Νικαρέτου κάππεσεν εἰς πέλαγος.
πολλὰ πατὴρ δ᾽ ἠρᾶτο πρὸς ἀθανάτους, καὶ ἐς ὕδωρ
φθέγγεθ᾽, ὑπὲρ τέκνου κύματα λισσόμενος.

ὤλετο δ᾽ οἰκτίστως βρυχθεὶς ἁλί: κεῖνο δὲ πατρὸς
ἔκλυεν ἀράων οὐδὲ πάλαι πέλαγος.

— Paton edition

Cities

Keywords

Comments

Alignment

External references