Epigram 9.234

URN
Created on
By
Updated on

Descriptions

Text

ἄχρι τεῦ, ἆ δείλαιε, κεναῖσιν ἐπ᾽ ἐλπίσι, θυμέ,
πωτηθεὶς ψυχρῶν ἀσσοτάτω νεφέων,
ἄλλοις ἄλλ᾽ ἔπ᾽ ὄνειρα διαγράψεις ἀφένοιο;
κτητὸν γὰρ θνητοῖς οὐδὲ ἓν αὐτόματον.

Μουσέων ἀλλ᾽ ἐπὶ δῶρα μετέρχεο: ταῦτα δ᾽ ἀμυδρὰ
εἴδωλα ψυχῆς ἠλεμάτοισι μέθες.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references