Epigram 6.291

URN
Created on
By
Updated on

Descriptions

Text

Βακχυλὶς ἡ Βάκχου κυλίκων σποδός, ἒν ποτενούσῳ
κεκλιμένα, Δηοῖ τοῖον ἔλεξε λόγον:

ἢν ὀλοοῦ διὰ κῦμα φύγω πυρός, εἰς ἑκατόν σοι

ἠελίους δροσερᾶν πίομαι ἐκ λιβάδων,

ἀβρόμιος καὶ ἄοινος.
ἐπεὶ δ᾽ ὑπάλυξεν ἀνίην,
αὐτῆμαρ τοῖον μῆχος ἐπεφράσατο
τρητὸν γὰρ θεμένα χερὶ κόσκινον, εὖ διὰ πυκνῶν
σχοίνων ἠελίους πλείονας ηὐγάσατο.

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

External references