Epigram 6.245

URN
Created on
By
Updated on

Descriptions

Text

Καρπαθίην ὅτε νυκτὸς ἅλα στρέψαντος ἀήτου
λαίλαπι Βορραίῃ κλασθὲν ἐσεῖδε κέρας,

εὔξατο κῆρα φυγών, Βοιώτιε, σοί με, Κάβειρε
δέσποτα, χειμερίης ἄνθεμα ναυτιλίης,

ἀρτήσειν ἁγίοις τόδε λώπιον ἐν προπυλαίοις
Διογένης ἀλέκοις δ᾽ ἀνέρι καὶ πενίην.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references