Epigram 6.230

URN
Created on
By
Updated on

Descriptions

Text

Ἀκρείτᾳ Φοίβῳ, Βιθυνίδος ὃς τόδε χώρης
κράσπεδον αἰγιαλοῖς γειτονέον συνέχεις,
Δᾶμις ὁ κυρτευτής, ψάμμῳ κέρας αἰὲν ἐρείδων,
φρουρητὸν κήρυκ᾽ αὐτοφυεῖ σκόλοπι

θῆκε γέρας, λιτὸν μέν, ἐπ᾽ εὐσεβίῃ δ᾽, ὁ γεραιός,
εὐχόμενος νούσων ἐκτὸς ἰδεῖν Ἀίδην.

— Paton edition

Ἀκρείτᾳ Φοίβῳ, Βιθυνίδος ὃς τόδε χώρης
κράσπεδον αἰγιαλοῖς γειτονέον συνέχεις,
Δᾶμις ὁ κυρτευτής, ψάμμῳ κέρας αἰὲν ἐρείδων,
φρουρητὸν κήρυκ᾽ αὐτοφυεῖ σκόλοπι

θῆκε γέρας, λιτὸν μέν, ἐπ᾽ εὐσεβίῃ δ᾽, ὁ γεραιός,
εὐχόμενος νούσων ἐκτὸς ἰδεῖν Ἀίδην.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references